Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 3.196 Joseph. AJ 3.201 (English) >>Joseph. AJ 3.206

3.199δὶς δὲ τῆς ἡμέρας πρίν τε ἀνασχεῖν τὸν ἥλιον καὶ πρὸς δυσμαῖς θυμιᾶν ἐχρῆν ἔλαιόν τε ἁγνίσαντας φυλάσσειν εἰς τοὺς λύχνους, ὧν τοὺς μὲν τρεῖς ἐπὶ τῇ ἱερᾷ λυχνίᾳ φέγγειν ἔδει τῷ θεῷ κατὰ πᾶσαν ἡμέραν, τοὺς δὲ λοιποὺς περὶ τὴν ἑσπέραν ἅπτοντας. 3.200

Ἁπάντων δʼ ἤδη πέρας εἰληφότων ἔδοξαν ἄριστοι τῶν δημιουργῶν Βεσέβηλος καὶ Ἐλίαβος, τῶν γὰρ ἐξευρημένων τοῖς προτέροις αὐτοὶ προεθυμήθησαν ἀμείνονα προσεξεργάσασθαι, λαβεῖν τε ἐπίνοιαν ὧν πρότερον ἠγνόουν τὴν κατασκευὴν ἱκανώτατοι· 3.201τούτων μέντοι Βεσέβηλον συνέβη κριθῆναι τὸν κράτιστον. δὲ πᾶς χρόνος εἰς τὸ ἔργον διῆλθε μηνῶν ἑπτὰ καὶ μετὰ τοῦτο ἀφʼ οὗ τὴν Αἴγυπτον ἐξέλιπον ἐνιαυτὸς αὐτοῖς πρῶτος ἐτελειοῦτο. ἀρχομένου δὲ τοῦ δευτέρου ἔτους μηνὶ Ξανθικῷ κατὰ Μακεδόνας Νισὰν δὲ κατὰ Ἑβραίους νουμηνίᾳ τὴν σκηνὴν ἀφιεροῦσι καὶ πάνθʼ ὅσα περὶ αὐτὴν σκεύη μοι δεδήλωται. 3.202

Ἐπέδειξε δὲ θεὸς αὑτὸν ἡσθέντα τῷ ἔργῳ τῶν Ἑβραίων καὶ μὴ μάτην αὐτοὺς πονήσαντας ὑπερηφανίᾳ τῆς χρήσεως, ἀλλʼ ἐπεξενώθη καὶ κατεσκήνωσε τῷ ναῷ τούτῳ. τὴν δὲ παρουσίαν οὕτως ἐποίησεν· 3.203 μὲν οὐρανὸς καθαρὸς ἦν, ὑπὲρ δὲ τὴν σκηνὴν μόνην ἤχλυσεν οὔτε βαθεῖ πάνυ νέφει καὶ πυκνῷ περιλαβὼν αὐτήν, ὥστʼ εἶναι δόξαι χειμέριον, οὔτε μὴν λεπτὸν οὕτως, ὥστε τὴν ὄψιν ἰσχῦσαι τι διʼ αὐτοῦ κατανοῆσαι· ἡδεῖα δὲ ἀπʼ αὐτοῦ δρόσος ἔρρει καὶ θεοῦ δηλοῦσα παρουσίαν τοῖς τοῦτο καὶ βουλομένοις καὶ πεπιστευκόσι.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 3.196 Joseph. AJ 3.201 (English) >>Joseph. AJ 3.206

Powered by PhiloLogic